Μάθημα : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ Γ΄ ΓΥΜΝΑΣΙΟΥ

Κωδικός : G1169151

G1169151 - ΣΤΕΡΓΙΑΝΗ ΜΠΙΛΙΟΥ

Α1: ΜΕΤΑΦΡΑΣΗ

Ερώτηση 1 (Ελεύθερου Κειμένου — 4 βαθμοί) 

Από το κείμενο που σας δίνεται να αποδώσετε στη νέα ελληνική το απόσπασμα:" Ἢν δὲ τὴν εἰρήνην...... πεπεισμένους"

Ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; Ἐγὼ μὲν γὰρ ἡγοῦμαι τούτων παρξάντων τελέως τὴν πόλιν εδαιμονήσειν. Ὁ μὲν τοίνυν πόλεμος ἁπάντων μᾶς τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους ἐποίησεν καὶ πολλοὺς κινδύνους ὑπομένειν ᾐνάγκασεν καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκεν καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς. Ἢν δὲ τὴν εἰρήνην ποιησώμεθα, [...] μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς, [...] καθ’ ἑκάστην δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, [...] ἀδεῶς γεωργοῦντες καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις ἐπιχειροῦντες αἳ νῦν δι τὸν πόλεμον ἐκλελοίπασιν. Ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσόδους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον· συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ βεβιασμένους, ἀλλὰ πεπεισμένους.